Thesauros › Literature › Tragedy › Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

←
Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Parodos

[Choral 1]
Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν
Χορός
μορφᾶς ἁ Κύπρις ἔσχεν.
 
—πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- 185
 
τέμιδος ἤλυθον ὀρομένα,
 
φοινίσσουσα παρῇδʼ ἐμὰν
 
αἰσχύνᾳ νεοθαλεῖ,
 
ἀσπίδος ἔρυμα καὶ κλισίας
 
ὁπλοφόρους Δαναῶν θέλουσʼ 190
 
ἵππων τʼ ὄχλον ἰδέσθαι.
 
κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,
 
τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
 
Σαλαμῖνος στέφανον· Πρω-
 
τεσίλαόν τʼ ἐπὶ θάκοις 195
 
πεσσῶν ἡδομένους μορ-
 
φαῖσι πολυπλόκοις
 
Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει-
 
δᾶνος, Διομήδεά θʼ ἡδο-
 
ναῖς δίσκου κεχαρημένον, 200
 
παρὰ δὲ Μηριόνην, Ἄρεος
 
ὄζον, θαῦμα βροτοῖσιν,
← Önceki Parodos · 7 / 12 Sonraki →