Thesauros › Literature › Tragedy › Βάκχαι

Βάκχαι

←
Βάκχαι Euripides

Stasimon 3

[Choral 1]
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
Χορός
κούφα γὰρ δαπάνα νομί-
 
ζειν ἰσχὺν τόδʼ ἔχειν,
 
ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,
 
τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον 895
 
ἀεὶ φύσει τε πεφυκός.
 
τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
 
παρὰ θεῶν γέρας ἐν βροτοῖς
 
ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς
 
τῶν ἐχθρῶν κρείσσω κατέχειν; 900
 
ὅ τι καλὸν φίλον ἀεί.
[Choral]
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
Χορός
ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·
 
εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων
 
ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον 905
 
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
 
μυρίαι δʼ ἔτι μυρίοις
 
εἰσὶν ἐλπίδες· αἳ μὲν
 
τελευτῶσιν ἐν ὄλβῳ
 
βροτοῖς, αἳ δʼ ἀπέβησαν·
← Önceki Stasimon 3 · 17 / 18 Sonraki →