Thesauros › Literature › satire › Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

←
Δὶς κατηγορούμενος Lucian of Samosata

15

Ἑρμῆς
οὐ δύναμαι, φησί, τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ γέλωτα ὄφλω ἐν τῷ δικαστηρίῳ. μόλις δὲ καὶ ἕστηκεν, ὡς ὁρᾷς.
Δίκη
οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶνκοινῶν: δεινῶν β; cf. Jup. Trag. 29. τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.
Ἑρμῆς
ἀλλʼ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.
Δίκη
τὰ ποῖα; 5
Ἑρμῆς
ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτʼ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν, φησίν, ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.
Δίκη
καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.