Thesauros › Literature › rhetoric › Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

←
Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
20 Εἰ μὲν οὖν ὁ λόγος τι πλέον ἐποίησεν, οὐκ ἐμὸν μᾶλλον ἢ σόν ἐστι κέρδος· εἰ δὲ οὐδὲν περαίνομεν ἐκ τοῦ παραχρῆμα περὶ τῶν τοιούτων ἀπνευστὶ τὸ δὴ λεγόμενον συνείραντες· ἔστι γὰρ πάρεργον ἡμέραιν δυοῖν, ὡς ἴσασιν αἱ Μοῦσαι, μᾶλλον δὲ καὶ σὺ αὐτός· παραμενέτω μέν σοι ὁπόσα πρόσθεν ἐγνώκεις, ἡμῖν δὲ οὐ μεταμελήσει τῆς εἰς τὸν ἄνδρα εὐφημίας.
← Previous 25 / 25 →