Thesauros › Literature › rhetoric › Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ

←
Θεμιστίῳ φιλοσόφῳ Julian Emperor of Rome 331-363
6 Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον;
7 ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν, οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ Γνῶθι σαυτὸν καὶ τὸ Ἔρδοι δ’ ἕκαστος ἥντιν’ εἰδείη τέχνην.