Thesauros › Literature › Philosophy › Ad Se Ipsum

Ad Se Ipsum

←
Ad Se Ipsum Marcus Aurelius Emperor of Rome 121-180

Book 5

36.1 Μὴ ὁλοσχερῶς τῇ φαντασίᾳ συναρπάζεσθαι, ἀλλὰ βοηθεῖν μὲν κατὰ δύναμιν καὶ κατ’ ἀξίαν, κἂν εἰς τὰ μέσα ἐλαττῶνται, μὴ μέντοι βλάβην αὐτὸ φαντάζεσθαι· κακὸν γὰρ ἔθος. ἀλλ’ ὡς ὁ γέρων ἀπελθὼν τὸν τοῦ θρεπτοῦ ῥόμβον ἀπῄτει, μεμνημένος ὅτι ῥόμβος, οὕτως οὖν καὶ ὧδε. ἐπεί τοι γίνῃ καλῶν ἐπὶ τῶν ἐμβόλων. ἄνθρωπε, ἐπελάθου τί ταῦτα ἦν;—ναί· ἀλλὰ τούτοις περισπούδαστα.—διὰ τοῦτ’ οὖν καὶ σὺ μωρὸς γένῃ;
36.1 Ἐγενόμην ποτέ, ὁπουδήποτε καταληφθείς, εὔμοιρος ἄνθρωπος· τὸ δὲ εὔμοιρος, ἀγαθὴν μοῖραν σεαυτῷ ἀπονείμας· ἀγαθαὶ δὲ μοῖραι ἀγαθαὶ τροπαὶ ψυχῆς, ἀγαθαὶ ὁρμαί, ἀγαθαὶ πράξεις.
← Previous 14 / 14 →