Thesauros › Literature › Philosophy › Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

←
Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

24.16 οὐ γὰρ μέχρι λόγου ἠκηκόει, ὅτι πατήρ ἐστιν ὁ Ζεὺς τῶν ἀνθρώπων, ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἃ ἔπραττεν. τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαιμόνως.
24.17 οὐδέποτε δʼ ἐστὶν οἷόν τʼ εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐδαιμονοῦν ἀπέχειν δεῖ πάντα ἃ θέλει, πεπληρωμένῳ τινὶ ἐοικέναι· οὐ δίψος δεῖ προσεῖναι αὐτῷ, οὐ λιμόν.
24.18 — ἀλλʼ ὁ Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτραις καθεζόμενος. — σὺ δʼ Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ; ἢ εἰ ταῖς ἀληθείαις ἔκλαεν, τί ἄλλο ἢ ἐδυστύχει; τίς δὲ καλός τε καὶ ἀγαθὸς δυστυχεῖ;
24.19 τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵνʼ ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες. ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδʼ ὅσια ἐνθυμηθῆναι,
24.20 ἀλλʼ ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν; τίς δʼ οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι οὐ δυνατὸν ἀεί;
24.21 τί οὖν; τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀνδραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος, ὡς μόνον οἷόν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ.
24.22 ἀλλʼ ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με.— διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους; καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλʼ ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος.
24.23 λύπη δʼ ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δʼ ἐμὴ ἐμόν. ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπʼ ἐμοὶ γάρ ἐστιν· τὸ δʼ ἀλλότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δʼ οὐ πειράσομαι.