Thesauros › Literature › Philosophy › Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

←
Ἀλκιβιάδης αʹ Plato

126

Σωκράτης
ΣΩ. τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται;
Ἀλκιβιάδης
ΑΛ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; 10
Ἀλκιβιάδης
ΑΛ. ὁμόνοιαν.
Σωκράτης
ΣΩ. διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς;
Ἀλκιβιάδης
ΑΛ. διὰ τὴν ἀριθμητικήν.
Σωκράτης
ΣΩ. τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν;
Ἀλκιβιάδης
ΑΛ. ναί. 15
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν;
Ἀλκιβιάδης
ΑΛ. τί μήν;
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις; 20
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως;
Ἀλκιβιάδης
ΑΛ. φημί.
Σωκράτης
ΣΩ. ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον;
Ἀλκιβιάδης
ΑΛ. εἰκός γέ τοι. 25
Σωκράτης
ΣΩ. τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν.
Ἀλκιβιάδης
ΑΛ. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί.