Thesauros › Literature › Oratory › Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

←
Πρεσβευτικὸς πρὸς Ἀχιλλέα Aristides, Aelius
433 σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.