Thesauros › Literature › Oratory › Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

←
Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
370 φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως; ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, [ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ] τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.