Thesauros › Literature › Oratory › Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

←
Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
560 πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν. εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς.