Thesauros › Literature › Oratory › Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

←
Ῥοδιακός [sp.] Aristides, Aelius
545 οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος.