Thesauros › Literature › Oratory › Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος

←
Ἱεροὶ λόγοι πέμπτος Aristides, Aelius
350 καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν. ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος. ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι·