Thesauros › Literature › Oratory › Ἱεροὶ λόγοι τρίτος

Ἱεροὶ λόγοι τρίτος

←
Ἱεροὶ λόγοι τρίτος Aristides, Aelius
309 ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος· ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθʼ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλʼ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω. καὶ
← 1 / 18 Next →