Thesauros › Literature › Oratory › Ἱεροὶ λόγοι τρίτος

Ἱεροὶ λόγοι τρίτος

←
Ἱεροὶ λόγοι τρίτος Aristides, Aelius
315 νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δʼ, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.