Thesauros › Literature › Oratory › κατὰ Ὀλυμπιοδώρου βλάβης

κατὰ Ὀλυμπιοδώρου βλάβης

←
κατὰ Ὀλυμπιοδώρου βλάβης Demosthenes
58 μάλιστα μὲν τουτονὶ Ὀλυμπιόδωρον πεῖσαι μὴ ἀδικεῖν ἡμᾶς, ἐὰν δʼ ἄρα μὴ ʼθέλῃ πείθεσθαι, ὑμᾶς μεμνημένους ἁπάντων τῶν εἰρημένων ψηφίζεσθαι ὅ τι ἂν ὑμῖν δοκῇ βέλτιστον καὶ δικαιότατον εἶναι. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια γνώσεσθε καὶ τὰ συμφέροντα ἡμῖν ἅπασιν, οὐχ ἥκιστα δὲ Ὀλυμπιοδώρῳ αὐτῷ τουτῳί.
← Previous 18 / 18 →