Thesauros › Literature › mythology › Library

Library

←
Library Apollodorus

Book 3

6.7 οὗτος οὗν Θηβαίοις μαντευομένοις εἶπε νικήσειν, ἐὰν Μενοικεὺς ὁ Κρέοντος Ἄρει σφάγιον αὑτὸν ἐπιδῷ. τοῦτο ἀκούσας Μενοικεὺς ὁ Κρέοντος ἑαυτὸν πρὸ τῶν πυλῶν ἔσφαξε. μάχης δὲ γενομένης οἱ Καδμεῖοι μέχρι τῶν τειχῶν συνεδιώχθησαν, καὶ Καπανεὺς ἁρπάσας κλίμακα ἐπὶ τὰ τείχη διʼ αὐτῆς ἀνῄει, καὶ Ζεὺς αὐτὸν κεραυνοῖ.