Thesauros › Literature › miscellany › Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

←
Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 4

51 Τὸν οἶστρόν φασιν ὅμοιον εἶναι μυίᾳ μεγίστῃ καὶ εἶναι στερεὸν καὶ εὐπαγῆ καὶ ἔχειν κέντρον ἰσχυρὸν ἠρτημένον τοῦ σώματος, προΐεσθαι δὲ καὶ ἦχον βομβώδη. τὸν μὲν οὖν μύωπα ὅμοιον φῦναι τῇ καλουμένῃ κυνομυίᾳ, βομβεῖν δὲ τοῦ οἴστρου μᾶλλον, ἔχειν δὲ ἔλαττον τὸ κέντρον.