Thesauros › Literature › miscellany › Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

←
Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 14

24 θέρους ἐνακμάζοντος τοῦ σφοδροτάτου οἱ θαλάττιοι κύνες καὶ τὰ ἄλλα ζῷα, οἷσπερ οὖν ἐστι συμφυὴς ἡ τόλμα, ἔς τε τοὺς αἰγιαλοὺς παραβάλλει καὶ εὐθὺ τῶν κρημνῶν ἔρχεται, καὶ τὰς ῥοώδεις ἄκρας ὑποτρέχει, καὶ ἐς τοὺς στενοὺς καὶ βαθεῖς ἐσνήχεται πορθμούς. φεύγουσι δὲ τὰ πελάγια ἤθη, καὶ τῆς