Thesauros › Literature › miscellany › Δειπνοσοφισταί

Δειπνοσοφισταί

←
Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

55 περιενεχθεισῶν δέ ποτε καὶ ΔΟΡΚΑΔΩΝ ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη· ‘οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων.’ πρὸς ὃν ὁ Μυρτίλος ἔφη· ‘μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ (c. 5, 2)· ‘ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες."