Thesauros › Literature › miscellany › Δειπνοσοφισταί

Δειπνοσοφισταί

←
Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

55 περιενεχθεισῶν δέ ποτε καὶ δορκάδων ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη· οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων. πρὸς ὃν ὁ Μυρτίλος ἔφη· μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες.᾽