Thesauros › Literature › miscellany › Δειπνοσοφισταί

Δειπνοσοφισταί

←
Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

46 φάσηλοι. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων. Ἐπίχαρμος· φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ. Δημήτριος· ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.