Thesauros › Literature › miscellany › Δειπνοσοφισταί

Δειπνοσοφισταί

←
Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

52 κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γ περὶ Βωμῶν καὶ Θυσιῶν.