Thesauros › Literature › medicine › Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

←
Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 2

Κεφ. ζ. Θεραπεία Κοιλιακῶν.

5 ἢν τῶν σιτίων ἀκρατὴς ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτος, ἄθρεπτος, ὠμὴ, καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος.