Thesauros › Literature › Lyric Poetry › Ἐπίνικοι

Ἐπίνικοι

←
Ἐπίνικοι Bacchylides

Şiir 13

 
εὖτʼ ἐν πεδίῳ κλονέων
 
μαίνοιτʼ Ἀχιλλεύς,
 
λαοφόνον δόρυ σείων· 120
 
ἀλλʼ ὅτε δὴ πολέμοιο
 
λῆξεν ἰοστεφάνου
 
Νηρῇδος ἀτρόμητος υἱός·
 
ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας
 
πόντῳ βορέας ὑπὸ κύ- 125
 
μασιν δαΐζει
 
νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ
 
λῆξεν δὲ σὺν φ αε σιμβρότῳ
 
ἀοῖ, στόρεσεν δέ τε πόντον
 
οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ 130
 
ἱστίον, ἁρπαλέως τʼ ἄ-
 
ελπτον ἐξίκοντο χέρσον·
 
ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
 
χματὰν Ἀχιλλ έα
 
μίμνοντʼ ἐν κλισίῃσιν 135
 
εἵνεκεν ξανθᾶς γυναικός,
 
Βρισηΐδος ἱμερογυίου,
← Önceki Şiir 13 · 5 / 9 Sonraki →