Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 41

 
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
 
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
 
ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ʼν [ὄτλοις Ἐλευθοῦς] Supplement by Editor.
 
πολλῶν προστασίη νέων γυναικῶν.
 
καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων 5
 
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.