Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 46

 
ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
 
τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
 
αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε·
 
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
 
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό͂νον ἐς τὰ πονηρά 5
 
τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
 
ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα
 
τοῦτʼ εἶπαι κείρευ τὰ πτερὰ παιδάριον,
 
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπωιδαί
 
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι. 10