Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 31

 
Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
 
διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
 
στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι
 
τῆ, τόδε βέβληται θηρίον οὐκ ἔλαβεν.
 
χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν 5
 
οἶδε, τὰ δʼ ἐν μέσσωι κείμενα παρπέτεται.