Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 21

 
Όστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
 
ἴσθι Κυρηναίου παῖδά τε καὶ γενετήν.
 
εἰδείης δʼ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλων
 
ἦρξεν, ὃ δʼ ἤεισεν κρέσσονα βασκανίης·
 
οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας 5
 
μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.