Thesauros › Literature › hymns › Ἐπιγράμματα

Ἐπιγράμματα

←
Ἐπιγράμματα Callimachus

Epigram 20

 
Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
 
δυομένου Βασιλὼ κάτθανε παρθενική
 
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
 
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόν
 
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη 5
 
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.