Thesauros › Literature › hymns › Hymn 24 To Hestia

Hymn 24 To Hestia

←
Hymn 24 To Hestia Anonymous
Bölümler
Metin 1–5

Metin

 
Εἲς Ἑστίαν
 
Ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
 
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
 
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·
 
ἔρχεο τόνδʼ ἀνὰ οἶκον, ἕνʼ ἔρχεο θυμὸν ἔχουσα
 
σὺν Διὶ μητιόεντι· χάριν δʼ ἅμʼ ὄπασσον ἀοιδῇ. 5
← Metin · 1 / 1 →