Thesauros › Literature › History › Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

←
Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

364 τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν· συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι· ὁ δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.
365 Ὑπὸ τὸν αὐτὸν δὲ τοῦτον καιρὸν καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Γρυπὸς ἀποθνήσκει ὑπὸ Ἡρακλέωνος ἐπιβουλευθείς, βιώσας μὲν ἔτη τεσσαράκοντα καὶ πέντε, βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι.
366 διαδεξάμενος δὲ τὴν βασιλείαν αὐτοῦ ὁ παῖς Σέλευκος ἐπολέμει μὲν τῷ τοῦ πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δʼ αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν.
367 μετʼ οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, ὁ Εὐσεβὴς καλούμενος, παραγενηθεὶς εἰς Ἄραδον καὶ περιθέμενος διάδημα πολεμεῖ τῷ Σελεύκῳ, καὶ κρατήσας ἐξήλασεν αὐτὸν ἐκ πάσης τῆς Συρίας.
368 ὁ δὲ φυγὼν εἰς Κιλικίαν καὶ γενόμενος ἐν τῇ Μόψου ἑστίᾳ πάλιν αὐτοὺς εἰσέπραττε χρήματα. ὁ δὲ τῶν Μοψεστέων δῆμος ἀγανακτήσας ὑφῆψεν αὐτοῦ τὰ βασίλεια καὶ διέφθειρεν αὐτὸν μετὰ τῶν φίλων.
369 Ἀντιόχου δὲ τοῦ Κυζικηνοῦ παιδὸς βασιλεύοντος τῆς Συρίας Ἀντίοχος ὁ Σελεύκου ἀδελφὸς ἐκφέρει πόλεμον πρὸς αὐτὸν καὶ νικηθεὶς ἀπόλλυται μετὰ τῆς στρατιᾶς. μετὰ δʼ αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ Φίλιππος ἐπιθέμενος διάδημα μέρους τινὸς τῆς Συρίας ἐβασίλευσεν.
370 Πτολεμαῖος δὲ ὁ Λάθουρος τὸν τρίτον αὐτῶν ἀδελφὸν Δημήτριον τὸν Ἄκαιρον λεγόμενον ἐκ Κνίδου μεταπεμψάμενος κατέστησεν ἐν Δαμασκῷ βασιλέα.