Thesauros › Literature › geography › Γεωγραφικά

Γεωγραφικά

←
Γεωγραφικά Strabo

Book 16

2.33 ἔστι δὲ τὸ Κάσιον θινώδης τις λόφος ἀκρωτηριάζων ἄνυδρος, ὅπου τὸ Πομπηίου τοῦ Μάγνου σῶμα κεῖται καὶ Διός ἐστιν ἱερὸν Κασίου· πλησίον δὲ καὶ ἐσφάγη ὁ Μάγνος δολοφονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων. εἶθʼ ἡ ἐπὶ Πηλούσιον ὁδός, ἐν ᾗ τὰ Γέρρα καὶ ὁ Χαβρίου λεγόμενος χάραξ καὶ τὰ πρὸς τῷ Πηλουσίῳ βάραθρα ἃ ποιεῖ παρεκχεόμενος ὁ Νεῖλος, φύσει κοίλων καὶ ἑλωδῶν ὄντων τῶν τόπων.
2.33 τοιαύτη μὲν ἡ Φοινίκη. φησὶ δʼ Ἀρτεμίδωρος εἰς τὸ Πηλούσιον ἐκ μὲν Ὀρθωσίας εἶναι σταδίους τρισχιλίους ἑξακοσίους πεντήκοντα κατακολπίζοντι· ἐκ δὲ Μελαινῶν ἢ Μελανιῶν τῆς Κιλικίας τῶν πρὸς Κελένδεριν ἐπὶ μὲν τὰ μεθόρια τῆς Κιλικίας καὶ Συρίας χιλίους καὶ ἐνακοσίους· ἐντεῦθεν δʼ ἐπὶ τὸν Ὀρόντην πεντακοσίους εἴκοσιν· εἶτʼ ἐπὶ Ὀρθωσίαν χιλίους ἑκατὸν τριάκοντα.