Thesauros › Literature › Epic › Διονυσιακά

Διονυσιακά

←
Διονυσιακά Nonnus of Panopolis

Book 18

 
φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ 360
 
σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί·
 
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
 
δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ
 
πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.
 
ἐλπίδα δʼ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ 365
 
Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι
 
χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,
 
βότρυος ἀγχιμάχοιο τελειομένων ὑμεναίων.
← Previous 10 / 10 →