Thesauros › Literature › bucolic › Εἰδύλλια

Εἰδύλλια

←
Εἰδύλλια Theocritus

3

 
βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
 
Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
 
καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
 
τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ. 5
 
Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
 
παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
 
ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
 
νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
 
ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, 10
 
ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.
 
θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν
 
ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
 
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.
 
νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας 15
 
μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
 
ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
 
ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
 
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
 
ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. 20
 
τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,