Thesauros › Literature › biography › Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

←
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Book 4

29 παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο τῶν Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθʼ ἑκόντες τι μήτʼ ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δʼ αὐτὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, εἰ μὲν σοφοὺς, ἔφη οὐκ οἶδα, σοφιστὰς μέντοι.