Thesauros › Literature › biography › Αἴτια Ἑλληνικά

Αἴτια Ἑλληνικά

←
Αἴτια Ἑλληνικά Plutarch
56 ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται; ἦ ὅτι φεύγουσαι Διόνυσον Διόνυσον W: διονύσιον αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν· ὁ δὲ ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δὲ φ ita E cum lac. 5 litt.: φάντων ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ἐπʼ ἐκείνων ῥαγῆναι, φθεγγομένων μέγα τι καὶ διάτορον.